ΗΜΕΡΑ ΧΑΡΜΟΛΥΠΗΣ
ΤΟ ΠΑΣΧΑ ΤΟΥ ΚΑΛΟΚΑΙΡΙΟΥ
«Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν,
ἐξ ἦς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες, Εὐλογημένη σὺ ἐν γυναιξί, Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν, Αὐτοῦ ταὶς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν». |
«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες,
τῆς Θεομήτορος, δεῦτε τὰς χείρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες». |
«Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή,
τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ, Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύση δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε». |
«Δεῦτε ἅπαντα τὰ πέρατα τῆς γῆς,
τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος μακαρίσωμεν, ἐν χερσὶ γὰρ τοῦ Υἱοῦ, τὴν ψυχὴν τὴν ἄμωμον ἐναπέθετο, ὅθεν τὴ Ἁγία Κοιμήσει αὐτῆς, ὁ κόσμος ἀνεζωοποιήθη, ψαλμοὶς καὶ ὕμνοις, καὶ ὠδαὶς πνευματικαὶς μετὰ τῶν Ἀσωμάτων, καὶ τῶν Ἀποστόλων ἑορτάζων φαιδρώς». |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου