8 Ιαν 2011

Αποστολικό και Ευαγγελικό Ανάγνωσμα ΜΕΤΑ ΤΑ ΦΩΤΑ

Αποστολικό Ανάγνωσμα

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ, 9 Ιανουαρίου 2011

Εφεσ. Δ’ 7-13

7.  Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.

8.  Διὸ λέγει, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις.

9.  Τὸ δέ, Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς;

10. Ὁ καταβάς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.

11. Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,

12. πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ·

13.  μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.





Ευαγγελικό Ανάγνωσμα

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ, 9 Ιανουαρίου 2011

Ματθ. δ’ 12-17

 12.  Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας δὲ ὅτι ᾽Ιωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.

13.  Καὶ καταλιπὼν τὴν Ναζαρέτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ·

14.  ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ ᾽Ησαΐου τοῦ προφήτου λέγοντος,

15.  Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ ᾽Ιορδάνου, Γαλιλαία τῶν ἐθνῶν,

16.  ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.

17.  ᾽Απὸ τότε ἤρξατο ὁ ᾽Ιησοῦς κηρύσσειν καὶ λέγειν,

       Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.